Παρασκευή 12 Αυγούστου 2022

Ψάλλοντας μαζί με τον π.Γεώργιο


Το παράπονο του πάτερ κατά καιρούς ήταν ότι οι πιστοί δεν ήξεραν να ψάλλουν κάτι, είτε κάποιο τραγούδι χριστιανικό είτε κάποιον όμορφο ύμνο της εκκλησίας μας. 
Έτσι ετοιμάστηκε αυτό το βίντεο για να καλύψει αυτό το κενό.





Ακολούθως, παρατίθενται και οι στίχοι από τους ύμνους: 


Ὕμνοι πρὸς δόξαν τοῦ Ἁγίου καὶ Τριαδικοῦ Θεοῦ καὶ πρὸς τιμὴν τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου

 

1. (00:18)

Ἦχος πλ. α′

Ἐπεφάνης ἐν τῷ κόσμῳ, 

ὁ τὸν κόσμον ποιήσας, 

ἵνα φωτίσῃς τοὺς ἐν σκότει καθημένους· 

Φιλάνθρωπε δόξα σοι.

 

2. (01:19)

Ἦχος πλ. α'

Ἐπὶ γῆς κατῆλθες, 

ἵνα σώσῃς Ἀδάμ, 

καὶ ἐν γῆ μὴ εὑρηκὼς τοῦτον Δέσποτα, 

μέχρις ᾍδου κατελήλυθας ζητῶν.

 

3. (03:40)

Ἦχος πλ. α'

Ὥσπερ πελεκάν, 

τετρωμένος τὴν πλευράν σου Λόγε, 

σοὺς θανέντας παῖδας ἐζώωσας, 

ἐπιστάξας ζωτικοὺς αὐτοῖς κρουνούς.

 

4. (05:07)

Ἦχος πλ. α'

Θεοτόκε Παρθένε, 

Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, 

εὐλογημένη, σὺ ἐν γυναιξί, 

καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, 

ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

 

5. (05:56)

Ἦχος πλ. α'

Πλούσιοι ἑπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐχ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

 

6. (06:27)

Ἦχος δ' Ἐπεφάνης σήμερον

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος,

Σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, 

ἐν μετανοίᾳ κραυγάζων Σοι, σὺ 

τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

 

7. (07:18)

Ἦχος πλ. δ'

Κύριε τῶν Δυνάμεων, μεθ' ἡμῶν γενοῦ· 

ἄλλον γὰρ ἐκτός σου βοηθόν, ἐν θλίψεσιν οὐκ ἔχομεν, 

Κύριε τῶν Δυνάμεων, ἐλέησον ἡμᾶς.

 

 

 

8. (07:56)


Παναγία Δέσποινα Θεοτόκε,
πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.

Πᾶσαι αἱ οὐράνιαι Δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων,
πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.

Ἅγιε ἔνδοξε Ἰωάννη, Προφῆτα καὶ Πρόδρομε, καὶ Βαπτιστὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
πρέσβευε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.

Ὅσιοι, θεοφόροι Πατέρες ἡμῶν, Ποιμένες, καὶ Διδάσκαλοι τῆς οἰκουμένης,
πρεσβεύσατε ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.

Ἡ ἀήττητος, καὶ ἀκατάλυτος, καὶ θεία δύναμις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ,
μὴ ἐγκαταλίπῃς ἡμᾶς τοὺς ἁμαρτωλούς.

Ὁ Θεός, ἱλάσθητι ἡμῖν τοῖς ἁμαρτωλοῖς. Καὶ ἐλέησον ἡμᾶς.

 

 

9. (09:42)

Δοξασμένο τ' ὄνομὰ Σοῦ το ἅγιο, μεγάλε εὐεργέτα.

Δοξασμένο τ' ὄνομὰ Σοῦ το ἅγιο, μεγάλε εὐεργέτηα.

 

Ἔπρεπε ἐγὼ νὰ εἶχα χαθεῖ, νὰ γίνω φωτιὰ νὰ γίνω σπονδή

κι ἦρθες Ἐσὺ καὶ πέθανες γιὰ μένα καὶ πέθανες γιὰ μένα

καὶ μούδωσες ζωή

ναὶ μούδωσες ζωή.

 

Ζοῦσα μὲς τὴν ἁμαρτία πρῶτα καὶ μ' ἔφθειρε ὁ χρόνος

ὁ μισθὸς τῆς ἁμαρτίας εἶναι, θάνατος καὶ πόνος.

Ἔπρεπε ἐγὼ νὰ εἶχα χαθεῖ...

 

Τώρα νιώθω τῆς καρδιᾶς τὸ δάκρυ νὰ κυλάει γιὰ σένα

καὶ θαρρῶ πὼς ἀναβλύζει ἀκόμα, τὸ ἅγιὸ Σοῦ αἷμα.

Ἔπρεπε ἐγὼ νὰ εἶχα χαθεῖ....

 

10. (13:54)

ΤΡΙΑΔΙΚΑ ΜΕΓΑΛΥΝΑΡΙΑ

Ἦχος β΄

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, Ἄναρχον Πατέρα καὶ παντουργόν, Συνάναρχον Λόγον, πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀρρεύστως τεχθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκπορευόμενον.

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεὸν Λόγον.

Ὃν φρίττει καὶ τρέμει τὰ Χερουβείμ, καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην, φόβῳ δοξάσωμεν.

 

Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν Βασιλείαν, καὶ Κυριότητα.

 

Ἐκ νεκρῶν ἰδοῦσα τὸν σὸν Υἱόν, ἄχραντε Παρθένε, ἀναστάντα θεοπρεπῶς, χαρᾶς ἀνεκφράστου, ἡ κτίσις ἐπληροῦτο, αὐτὸν δοξολογοῦσα, καὶ σὲ γεραίρουσα.

 

11. (19:26)

Φρίττω δεχόμενος τὸ πῦρ, μὴ φλεχθῶ ὡσεὶ κηρὸς καὶ ὡσεὶ χόρτος. Ὤ φρικτοῦ Μυστηρίου! Ὤ εὐσπλαγχνίας Θεοῦ! Πῶς θείου Σώματος καὶ Αἵματος ὁ πηλὸς μετέχω καὶ ἀφθαρτοποιοῦμαι;

 

12. (21:21)

Ἀπολυτίκιον εἰς τό Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου (8 Σεπτεμβρίου)

Ἦχος δ'

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

 

13. (22:24)

Ἦχος β΄

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

 

14. (23:39)

Ἀπολυτίκιον εἰς τὴν κατὰ Σάρκα Γέννησιν τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ιησοῦ Χριστοῦ

Ἦχος δ'

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

15. (24:52)

Ἦχος α' 

Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.

 

16. (25:45)

Ἦχος α' 

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον· θρόνον Χερουβικόν, τὴν Παρθένον· τὴν φάτνην χωρίον· ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός· ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

 

 

17. (27:09)

Κοντάκιον Προεόρτιον 

Ἦχος γ'

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν.

 

18. (28:09)

Κοντάκιον 

Ἦχος γ'  

Ἡ Παρθένος σήμερον, τὸν ὑπερούσιον τίκτει, καὶ ἡ γῆ τὸ Σπήλαιον, τῷ ἀπροσίτῳ προσάγει. Ἄγγελοι μετὰ Ποιμένων δοξολογοῦσι. Μάγοι δὲ μετὰ ἀστέρος ὁδοιποροῦσι· δι' ἡμᾶς γὰρ ἐγεννήθη, Παιδίον νέον, ὁ πρὸ αἰώνων Θεός. 

 

19. (29:27)

Ἦχος β'

Τὰ σύμπαντα σήμερον, χαρᾶς πληροῦνται. Χριστὸς τεχθέντος ἐκ τῆς Παρθένου.

 

20. (30:13)

Ἦχος β' 

Χαίρετε λαοί, καὶ ἀγαλλιᾶσθε, Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος· αὐτὸς ἡμᾶς εὐηγγελίσατο εἰπών· 

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου, καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας. Χαίρετε Λαοί, καὶ ἀγαλλιᾶσθε.

 

21. (32:52)

Ἦχος πλ. δ´

Δόξα Πατρί καί Υἱῷ καί Ἁγίῳ Πνεύματι

Τῆς μετανοίας ἄνοιξόν μοι πύλας Ζωοδότα, ὀρθρίζει γὰρ τὸ πνεῦμά μου, πρὸς ναὸν τὸν ἅγιόν σου, ναὸν φέρον τοῦ σώματος, ὅλον ἐσπιλωμένον, ἀλλ´ ὡς οἰκτίρμων κάθαρον, εὐσπλάγχνῳ σου ἐλέει.

Καὶ νῦν… Θεοτοκίοv

Τῆς σωτηρίας εὔθυνόν μοι τρίβους, Θεοτόκε, αἰσχραῖς γὰρ κατεῤῥύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥᾳθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταῖς σαῖς πρεσβείαις ῥῦσαί με, πάσης ἀκαθαρσίας.

Στίχ. Ἐλεήμων Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Τὰ πλήθη τῶν πεπραγμένων μοι δεινῶν, ἐννοῶν ὁ τάλας, τρέμω τὴν φοβερὰν ἡμέραν τῆς κρίσεως· ἀλλὰ θαρρῶν εἰς τὸ ἔλεος τῆς εὐσπλαγχνίας σου, ὡς ὁ Δαυῒδ βοῶ σοι· Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα σου ἔλεος.

                                                                                                                                      

 

 

 

22. (37:37)

Ἦχον πλ. β'

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε ἔθνη καὶ ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Ἰσχυκότες ἡττᾶσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Ἐὰν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε. Ὅτι μεθ' ἡμῶν ὁ Θεός. 

Καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι' αὐτοῦ. Ὅτι μεθ' ἡμῶν ὁ Θεός.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.